Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.360 Joseph. BJ 4.368 (English) >>Joseph. BJ 4.375

4.365μία δὲ ἦν τῶν τε μεγίστων καὶ μετριωτάτων ἐγκλημάτων τιμωρία θάνατος·

-- --

καὶ διέφυγεν οὐδείς, εἰ μὴ σφόδρα τις ἦν ταπεινὸς διʼ ἀγένειαν διὰ τύχην. 4.366

Ῥωμαίων δὲ οἱ μὲν ἄλλοι πάντες ἡγεμόνες ἕρμαιον ἡγούμενοι τὴν στάσιν τῶν πολεμίων ὥρμηντο πρὸς τὴν πόλιν καὶ τὸν Οὐεσπασιανὸν ἤπειγον ὡς ἂν ὄντα κύριον τῶν ὅλων, φάμενοι πρόνοιαν θεοῦ σύμμαχον σφίσι τῷ τετράφθαι τοὺς ἐχθροὺς κατʼ ἀλλήλων· 4.367εἶναι μέντοι τὴν ῥοπὴν ὀξεῖαν, καὶ ταχέως Ἰουδαίους ὁμονοήσειν ἡμῖν κοπιάσαντας ἐν τοῖς ἐμφυλίοις κακοῖς μετανοήσαντας. 4.368Οὐεσπασιανὸς δὲ πλεῖστον αὐτοὺς ἔφη τοῦ δέοντος ἁμαρτάνειν, ὥσπερ ἐν θεάτρῳ χειρῶν τε καὶ ὅπλων ἐπίδειξιν ποιήσασθαι γλιχομένους οὐκ ἀκίνδυνον, ἀλλὰ μὴ τὸ συμφέρον καὶ τἀσφαλὲς σκοποῦντας. 4.369εἰ μὲν γὰρ εὐθέως ὁρμήσειεν ἐπὶ τὴν πόλιν, αἴτιος ὁμονοίας ἔσεσθαι τοῖς πολεμίοις καὶ τὴν ἰσχὺν αὐτῶν ἀκμάζουσαν ἐφʼ ἑαυτὸν ἐπιστρέψειν· εἰ δὲ περιμείνειεν, ὀλιγωτέροις χρήσεσθαι δαπανηθεῖσιν ἐν τῇ στάσει. 4.370στρατηγεῖν μὲν γὰρ ἄμεινον αὐτοῦ τὸν θεὸν ἀπονητὶ Ῥωμαίοις παραδιδόντα Ἰουδαίους καὶ τὴν νίκην ἀκινδύνως τῇ στρατιᾷ χαριζόμενον· 4.371ὥστε χρῆναι διαφθειρομένων χερσὶν οἰκείαις τῶν ἐχθρῶν καὶ τῷ μεγίστῳ κακῷ στάσει χρωμένων θεατὰς μᾶλλον αὐτοὺς ἀποκαθῆσθαι τῶν κινδύνων θανατῶσιν ἀνθρώποις καὶ λελυσσηκόσιν κατʼ ἀλλήλων χεῖρα μίσγειν.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.360 Joseph. BJ 4.368 (English) >>Joseph. BJ 4.375

Powered by PhiloLogic